εὐπραγεῖν, ἀλλὰ καὶ τοὺς ἐν Ἀλεξανδρείᾳ κατοικοῦντας καὶ ἐν Αἰγύπτῳ καὶ Κύπρῳ: Κλεοπάτρα γὰρ ἡ βασίλισσα πρὸς τὸν υἱὸν στασιάζουσα Πτολεμαῖον τὸν Λάθουρον ἐπιλεγόμενον κατέστησεν ἡγεμόνας Χελκίαν καὶ Ἀνανίαν υἱοὺς ὄντας Ὀνίου τοῦ οἰκοδομήσαντος τὸν ναὸν ἐν τῷ Ἡλιοπολίτῃ νομῷ πρὸς τὸν ἐν τοῖς Ἱεροσολύμοις, ὡς καὶ πρόσθεν δεδηλώκαμεν. παραδοῦσα δὲ τούτοις ἡ Κλεοπάτρα τὴν στρατιὰν οὐδὲν δίχα τῆς τούτων γνώμης ἔπραττεν, ὡς μαρτυρεῖ καὶ Στράβων ἡμῖν ὁ Καππάδοξ λέγων οὕτως: «οἱ γὰρ πλείους, οἵ τε συνελθόντες καὶ οἱ ὕστερον ἐπιπεμπόμενοι παρὰ τῆς Κλεοπάτρας εἰς Κύπρον, μετεβάλοντο παραχρῆμα πρὸς τὸν Πτολεμαῖον: μόνοι δὲ οἱ ἐκ τῆς Ὀνίου γενόμενοι Ἰουδαῖοι συνέμενον διὰ τὸ τοὺς πολίτας αὐτῶν εὐδοκιμεῖν μάλιστα παρὰ τῇ βασιλίσσῃ Χελκίαν τε καὶ Ἀνανίαν.» ταῦτα μὲν οὖν ὁ Στράβων φησίν.
56
Ἀνανίας δὲ συνεβούλευσε τούτοις ἐναντία, λέγων ἄδικα ποιήσειν αὐτήν, εἰ σύμμαχον ἄνθρωπον ἀφαιρήσεται τῆς ἰδίας ἐξουσίας καὶ ταῦτα συγγενῆ ἡμέτερον: «οὐ γὰρ ἀγνοεῖν βούλομαί σε, φησίν, εἰ τὸ πρὸς τοῦτον ἄδικον ἐχθροὺς ἅπαντας ἡμᾶς σοι τοὺς Ἰουδαίους κατασκευάζει.» [355] ταῦτα δὲ Ἀνανία παραινέσαντος ἡ Κλεοπάτρα πείθεται μηδὲν ἀδικῆσαι τὸν Ἀλέξανδρον, ἀλλὰ συμμαχίαν πρὸς αὐτὸν ἐποιήσατο ἐν Σκυθοπόλει τῆς κοίλης Συρίας.
57
Λοῦπος τότε διῴκει τὴν Ἀλεξάνδρειαν καὶ περὶ τοῦ κινήματος τούτου Καίσαρι κατὰ τάχος ἐπέστειλεν. ὁ δὲ τῶν Ἰουδαίων τὴν ἀκατάπαυστον ὑφορώμενος νεωτεροποιίαν καὶ δείσας, μὴ πάλιν εἰς ἓν ἀθρόοι συλλεγῶσι καί τινας αὑτοῖς συνεπισπάσωνται, προσέταξε τῷ Λούππῳ τὸν ἐν τῇ Ὀνίου καλουμένῃ νεὼν καθελεῖν τῶν Ἰουδαίων. ὁ δ᾽ ἐστὶν ἐν Αἰγύπτῳ καὶ διὰ τοιαύτην αἰτίαν ᾠκίσθη τε καὶ τὴν ἐπίκλησιν ἔλαβεν: Ὀνίας Σίμωνος υἱός, εἷς τῶν ἐν Ἱεροσολύμοις ἀρχιερέων, φεύγων Ἀντίοχον τὸν Συρίας βασιλέα πολεμοῦντα τοῖς Ἰουδαίοις ἧκεν εἰς Ἀλεξάνδρειαν, καὶ δεξαμένου Πτολεμαίου φιλοφρόνως αὐτὸν διὰ τὴν πρὸς Ἀντίοχον ἀπέχθειαν ἔφη σύμμαχον αὐτῷ ποιήσειν τὸ τῶν Ἰουδαίων ἔθνος, εἰ πεισθείη τοῖς ὑπ᾽ αὐτοῦ λεγομένοις. ποιήσειν δὲ τὰ δυνατὰ τοῦ βασιλέως ὁμολογήσαντος ἠξίωσεν ἐπιτρέπειν αὐτῷ νεών τε που τῆς Αἰγύπτου κατασκευάσασθαι καὶ τοῖς πατρίοις ἔθεσι θεραπεύειν τὸν θεόν: οὕτως γὰρ Ἀντιόχῳ μὲν ἔτι μᾶλλον ἐκπολεμώσεσθαι τοὺς Ἰουδαίους τὸν ἐν Ἱεροσολύμοις νεὼν πεπορθηκότι, πρὸς αὐτὸν δ᾽ εὐνοϊκωτέρως ἕξειν καὶ πολλοὺς ἐπ᾽ ἀδείᾳ τῆς εὐσεβείας ἐπ᾽ αὐτὸν συλλεγήσεσθαι. Πεισθεὶς Πτολεμαῖος τοῖς λεγομένοις δίδωσιν αὐτῷ χώραν ἑκατὸν ἐπὶ τοῖς ὀγδοήκοντα σταδίους ἀπέχουσαν Μέμφεως: νομὸς δ᾽ οὗτος Ἡλιοπολίτης καλεῖται. φρούριον ἔνθα κατασκευασάμενος Ὀνίας τὸν μὲν ναὸν οὐχ ὅμοιον ᾠκοδόμησε τῷ ἐν Ἱεροσολύμοις, ἀλλὰ πύργῳ παραπλήσιον λίθων μεγάλων εἰς ἑξήκοντα πήχεις ἀνεστηκότα: τοῦ βωμοῦ δὲ τὴν κατασκευὴν πρὸς τὸν οἰκεῖον ἐξεμιμήσατο καὶ τοῖς ἀναθήμασιν ὁμοίως ἐκόσμησεν χωρὶς τῆς περὶ τὴν λυχνίαν κατασκευῆς: οὐ γὰρ ἐποίησε λυχνίαν, αὐτὸν δὲ χαλκευσάμενος λύχνον χρυσοῦν ἐπιφαίνοντα σέλας χρυσῆς ἁλύσεως ἐξεκρέμασε. τὸ δὲ τέμενος πᾶν ὀπτῇ πλίνθῳ περιτετείχιστο πύλας ἔχον λιθίνας. ἀνῆκε δὲ καὶ χώραν πολλὴν ὁ βασιλεὺς εἰς χρημάτων πρόσοδον, ὅπως εἴη καὶ τοῖς ἱερεῦσιν ἀφθονία καὶ τῷ θεῷ πολλὰ τὰ πρὸς τὴν εὐσέβειαν. οὐ μὴν Ὀνίας ἐξ ὑγιοῦς γνώμης ταῦτα ἔπραττεν, ἀλλ᾽ ἦν αὐτῷ φιλονεικία πρὸς τοὺς ἐν τοῖς Ἱεροσολύμοις Ἰουδαίους ὀργὴν τῆς φυγῆς ἀπομνημονεύοντι, καὶ τοῦτο τὸ ἱερὸν ἐνόμιζε κατασκευάσας εἰς αὐτὸ περισπάσειν ἀπ᾽ ἐκείνων τὸ πλῆθος. ἐγεγόνει δέ τις καὶ παλαιὰ πρόρρησις ἔτεσί που πρόσθεν ἑξακοσίοις: Ἡσαΐας ὄνομα τῷ προαγορεύσαντι τοῦδε τοῦ ναοῦ τὴν ἐν Αἰγύπτῳ γενησομένην ὑπ᾽ ἀνδρὸς Ἰουδαίου κατασκευήν. τὸ μὲν οὖν ἱερὸν οὕτως ἐπεποίητο. Λοῦππος δ᾽ ὁ τῆς Ἀλεξανδρείας ἡγεμὼν τὰ παρὰ Καίσαρος λαβὼν γράμματα καὶ παραγενόμενος εἰς τὸ ἱερὸν καί τινα τῶν ἀναθημάτων ἐκφορήσας τὸν ναὸν ἀπέκλεισε. Λούππου δὲ μετὰ βραχὺ τελευτήσαντος Παυλῖνος διαδεξάμενος τὴν ἡγεμονίαν οὔτε τῶν ἀναθημάτων οὐδὲν κατέλιπε, πολλὰ γὰρ διηπείλησε τοῖς ἱερεῦσιν εἰ μὴ πάντα προκομίσειαν, οὔτε προσιέναι τῷ τεμένει τοὺς θρησκεύειν βουλομένους ἐφῆκεν, ἀλλ᾽ ἀποκλείσας τὰς πύλας ἀπρόσιτον αὐτὸ παντελῶς ἐποίησεν, ὡς μηδ᾽ ἴχνος ἔτι τῆς εἰς τὸν θεὸν θεραπείας ἐν τῷ τόπῳ καταλιπεῖν. χρόνος ἦν εἰς τὴν ἀπόκλεισιν τοῦ ναοῦ γεγονὼς ἀπὸ τῆς κατασκευῆς ἔτη τρία καὶ τεσσαράκοντα καὶ τριακόσια.
58
У Геродота имеется единственное сообщение, которое может иметь отношение к Иудее: «Что до столпов, которые воздвигал египетский царь Сесострис в [покорённых] землях, то большей части их уже не существует. Но всё же мне самому пришлось ещё видеть в Сирии Палестинской несколько столпов с упомянутыми надписями и с женскими половыми органами» (αἱ δὲ στῆλαι τὰς ἵστα κατὰ τὰς χώρας ὁ Αἰγύπτου βασιλεὺς Σέσωστρις, αἱ μὲν πλεῦνες οὐκέτι φαίνονται περιεοῦσαι, ἐν δὲ τῇ Παλαιστίνῃ Συρίῃ αὐτὸς ὥρων ἐούσας καὶ τὰ γράμματα τὰ εἰρημένα ἐνεόντα καὶ γυναικὸς αἰδοῖα) (История, 2.106).
59
См.: Петров С. «Вот б-ги твои, Израиль!» Языческая религия евреев. 2017. Passim.